<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="164">τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος</l><l n="165">Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.</l><l n="166">ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας</l><l n="167">στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,</l><l n="168">οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.</l></q><l n="169"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="170">Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;</l><l n="171">ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων</l><l n="172">τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·</l><l n="173">νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,</l><l n="174">ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.</l><l n="175">οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·</l><l n="176">ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,</l><l n="177">ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην</l><l n="178">ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.</l><l n="179">ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,</l><l n="180">ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,</l><l n="181">ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα</l><l n="182">σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.</l></q><l n="183"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="184">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,</l><milestone ed="p" n="185" unit="card"/><l n="185">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="186">ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω</l><l n="187">καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ</l><l n="189">δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους</l><l n="190">ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,</l><l n="191">οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.</l><l n="192">στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·</l><l n="193">ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν</l><l n="194">Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε</l><l n="195">Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες</l><l n="196">πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε</l><l n="197">γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.</l><l n="198"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς</l><l n="199">τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,</l><l n="200">κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q><l n="201">ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν</l><l n="202">ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις</l><l n="203">ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·</l><l n="204">τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,</l><l n="205">τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων</l><l n="206">εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,</l><l n="207">τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι</l><l n="208">δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.</l></q><milestone ed="p" n="209" unit="card"/><l n="209"><milestone ed="P" unit="para"/>ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.</l><l n="210">Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης</l><l n="211">δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς</l><l n="212">ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους</l><l n="213">βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι</l><l n="214">τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.</l><l n="215">ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι</l><l n="216">Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε</l><l n="217">Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε</l><l n="218">Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·</l><l n="219">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="220">κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·</l><l n="221">οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων</l><l n="222">ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,</l><l n="223">ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα</l><l n="224">προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.</l></q></div></div></body></text></TEI>