εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης, αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω· τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες. ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ, οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες; ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι· νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι. οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων· ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο, ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι. ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος. ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών, οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος. στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν· ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα. τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο, κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν· ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι· τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω, τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων. Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν· τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων· οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον, ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν. τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω. τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς. ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ. ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα. καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο. οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο, ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς, ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι, καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος. ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ. ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν· ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι. ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας· πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα, τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ. τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι, ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν; Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ. ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο· μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους. ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ, ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας· ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι. ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου· ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ, ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ· ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων, τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε· ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς· τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας· ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε. ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας· Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας. ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι· τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα. ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη· οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν. ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον. τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης, στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν, ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι. τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος, ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι· ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο. Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων· οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων, ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι. ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο, παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν. ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην· ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι. οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν. τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν