ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο, αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω. εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης, αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω· τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες. ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,