<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="142">Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.</l><l n="143">ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.</l><l n="144">φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς</l><l n="145">οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·</l><l n="146">οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν</l><l n="147">εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν</l><l n="148">μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.</l><l n="149">πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον</l><l n="150">σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον</l><l n="151">κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,</l><l n="152">ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ</l><l n="153">ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.</l><l n="154">τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν</l><l n="155">οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.</l><l n="156">εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη</l><l n="157">ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης</l><l n="158">ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,</l></q></div></div></body></text></TEI>