<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="136">πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·</l><l n="137">ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.</l><l n="138">Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος</l><l n="139">ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.</l><milestone ed="p" n="140" unit="card"/><l n="140"><milestone ed="P" unit="para"/>Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν</l><l n="141">Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·</l><q><l n="142">Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.</l><l n="143">ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.</l><l n="144">φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς</l><l n="145">οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·</l><l n="146">οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν</l><l n="147">εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν</l><l n="148">μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.</l><l n="149">πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον</l><l n="150">σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον</l><l n="151">κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,</l><l n="152">ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ</l><l n="153">ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.</l><l n="154">τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν</l><l n="155">οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.</l><l n="156">εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη</l><l n="157">ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης</l><l n="158">ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,</l><l n="159">αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.</l><l n="160">εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="161">ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,</l><l n="162">αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ</l><l n="163">λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·</l><l n="164">τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος</l><l n="165">Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.</l><l n="166">ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας</l><l n="167">στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,</l><l n="168">οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.</l></q><l n="169"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l></div></div></body></text></TEI>