<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="128">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·</l><l n="129">Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,</l><l n="130">ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ</l><l n="131">Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.</l><l n="132">Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας</l><l n="133">ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,</l><l n="134">ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ</l><l n="135">ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,</l><l n="136">πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·</l><l n="137">ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.</l></div></div></body></text></TEI>