θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων· βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα. Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ. ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε· βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος. Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα, ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.