αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο· ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος. στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν. τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·