<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="102">εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,</l><l n="103">ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης</l><l n="104">καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν</l><l n="105">Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.</l></q><milestone ed="p" n="106" unit="card"/><l n="106"><milestone ed="P" unit="para"/>εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="107">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.</l><l n="108">αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν</l><l n="109">ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,</l><l n="110">ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται</l><l n="111">ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ</l><l n="112">παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·</l><l n="113">ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.</l><l n="114">στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων</l><l n="115">παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.</l><l n="116">τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης</l><l n="117">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·</l><l n="118">θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·</l><l n="119">βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.</l><q><l n="120">Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος</l><l n="121">σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν</l><l n="122">γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l></q><l n="123"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·</l><l n="124">βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.</l><l n="125">Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,</l><l n="126">ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,</l><l n="127">τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.</l><l n="128">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·</l><l n="129">Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,</l><l n="130">ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ</l><l n="131">Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.</l><l n="132">Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας</l><l n="133">ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,</l><l n="134">ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ</l><l n="135">ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,</l></div></div></body></text></TEI>