<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="93">μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων</l><l n="94">ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·</l><l n="95">ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι</l><l n="96">θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι.</l><l n="97">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="98">μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,</l><l n="99">μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον,</l><l n="100">ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.</l></q><l n="101"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="102">Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·</l><l n="103">δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ</l><l n="104">βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ</l><l n="105">πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ</l><l n="106">κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν</l><l n="107">ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο</l><l n="108">ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.</l><l n="109">αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς</l><l n="110">πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν</l><l n="111">ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.</l><milestone ed="p" n="112" unit="card"/><l n="112"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,</l><l n="113">ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.</l><l n="114"><milestone ed="P" unit="para"/>Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς</l></div></div></body></text></TEI>