<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="867">ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.</l></div><div type="textpart" subtype="Book" n="17"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον</l><l n="2">Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.</l><l n="3">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,</l><l n="4">ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ</l><l n="5">πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·</l><l n="6">ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.</l><l n="7">πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,</l><l n="8">τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.</l><l n="9">οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε</l><l n="10">Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ</l><l n="11">ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·</l><q><l n="12">Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν</l><l n="13">χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·</l><l n="14">οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων</l><l n="15">Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·</l><l n="16">τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,</l><l n="17">μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.</l></q><l n="18"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="19">Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.</l><l n="20">οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος</l><l n="21">οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος</l><l n="22">θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,</l><l n="23">ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.</l><l n="24">οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο</l><l n="25">ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε</l><l n="26">καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν</l><l n="27">ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα</l><l n="28">εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.</l><l n="29">ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα</l><l n="30">στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω</l><l n="31">ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο</l><l n="32">πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.</l></q><l n="33"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·</l></div></div></body></text></TEI>