ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο· ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα. οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο· ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος. πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,