<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="850">ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.</l><l n="851">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="852">οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη</l><l n="853">ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ</l><l n="854">χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.</l></q><l n="855"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·</l><l n="856">ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει</l><l n="857">ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.</l><l n="858">τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·</l><q><l n="859">Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;</l><l n="860">τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο</l><l n="861">φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;</l></q><l n="862"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς</l><l n="863">εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.</l><l n="864">αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει</l><l n="865">ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·</l><l n="866">ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι</l></div></div></body></text></TEI>