<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="845">νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν</l><l n="846">ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.</l><l n="847">τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,</l><l n="848">πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.</l><l n="849">ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,</l><l n="850">ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.</l><l n="851">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="852">οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη</l><l n="853">ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ</l><l n="854">χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.</l></q></div></div></body></text></TEI>