Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται. ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς, ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι· μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι. ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε. τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ· ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο. τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν, πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες. ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε· ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην. τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ· Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον; τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι; ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός. αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο· ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα. οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο· ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος. πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι. οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον· Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα· οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην· τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι, μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι. οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει, ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν. οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας. ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω. ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα· νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις, χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας. ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο. ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην· οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή, δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ, καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ· ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ