<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="825">πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·</l><l n="826">πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·</l><l n="827">ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="828">Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,</l><l n="829">καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="830">Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,</l><l n="831">Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας</l><l n="832">ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν</l><l n="833">νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι</l><l n="834">ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς</l></q></div></div></body></text></TEI>