πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω· πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν· ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα, καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα· Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς