τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα, στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι· καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο· ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ, ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε