ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος. πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα. λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων. τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα, στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι· καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο· ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ, ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι. Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων. Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ, ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν· ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ, ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω· πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν· ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα, καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα· Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται. ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς, ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι· μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι. ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε. τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ· ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο. τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν, πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες. ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε· ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην. τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ· Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον; τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι; ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός. αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο· ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα. οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο· ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος. πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι. οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον· Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα· οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην· τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι, μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι. οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει, ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν. οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας. ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω. ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα· νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις, χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας. ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο. ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην· οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή, δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ, καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ· ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ· τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα. ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη· τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ· ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο. ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων, ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας· πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς, μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται. εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί· Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη. τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει. εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην, ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη. εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ. αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο· ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος. στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν. τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι· θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων· βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα. Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ. ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε· βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος. Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα, ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον· Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων, ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ. Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν, ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει. Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο. ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα. φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν· οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί. πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι, ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης. τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος. εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο, αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.