<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="799">ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν</l><l n="800">ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.</l><l n="801">πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος</l><l n="802">βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων</l><l n="803">ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.</l><l n="804">λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.</l><l n="805">τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,</l><l n="806">στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ</l><l n="807">ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ</l><l n="808">Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο</l><l n="809">ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·</l><l n="810">καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων</l><l n="811">πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·</l><l n="812">ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ</l><l n="813">οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,</l><l n="814">ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε</l><l n="815">Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.</l></div></div></body></text></TEI>