<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="795">αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι</l><l n="796">αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν</l><l n="797">ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,</l><l n="798">ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον</l><l n="799">ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν</l><l n="800">ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.</l><l n="801">πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος</l><l n="802">βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων</l><l n="803">ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.</l><l n="804">λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.</l></div></div></body></text></TEI>