<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="791">στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω</l><l n="792">χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.</l><l n="793">τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·</l><l n="794">ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων</l><l n="795">αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι</l><l n="796">αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν</l><l n="797">ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,</l><l n="798">ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον</l><l n="799">ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν</l><l n="800">ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.</l><l n="801">πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος</l><l n="802">βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων</l><l n="803">ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.</l><l n="804">λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.</l><l n="805">τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,</l><l n="806">στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ</l><l n="807">ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ</l><l n="808">Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο</l><l n="809">ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·</l><l n="810">καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων</l><l n="811">πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·</l><l n="812">ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ</l><l n="813">οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,</l><l n="814">ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε</l><l n="815">Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.</l><l n="816">Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς</l><l n="817">ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.</l><milestone ed="p" n="818" unit="card"/><l n="818"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον</l><l n="819">ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,</l><l n="820">ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ</l><l n="821">νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·</l><l n="822">δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·</l><l n="823">ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,</l><l n="824">ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον</l><l n="825">πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·</l><l n="826">πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·</l><l n="827">ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="828">Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,</l><l n="829">καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="830">Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,</l><l n="831">Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας</l><l n="832">ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν</l><l n="833">νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι</l><l n="834">ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς</l><l n="835">Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω</l><l n="836">ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.</l><l n="837">ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,</l><l n="838">ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·</l><q><l n="839">μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε</l><l n="840">νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο</l><l n="841">αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.</l></q><l n="842">ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.</l></q><l n="843"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="844">ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε</l><l n="845">νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν</l><l n="846">ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.</l><l n="847">τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,</l><l n="848">πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.</l><l n="849">ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,</l><l n="850">ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.</l><l n="851">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="852">οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη</l><l n="853">ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ</l><l n="854">χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.</l></q><l n="855"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·</l><l n="856">ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει</l><l n="857">ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.</l><l n="858">τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·</l><q><l n="859">Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;</l><l n="860">τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο</l><l n="861">φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;</l></q><l n="862"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς</l><l n="863">εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.</l><l n="864">αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει</l><l n="865">ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·</l><l n="866">ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι</l><l n="867">ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.</l></div><div type="textpart" subtype="Book" n="17"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον</l><l n="2">Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.</l><l n="3">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,</l><l n="4">ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ</l><l n="5">πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·</l><l n="6">ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.</l><l n="7">πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,</l><l n="8">τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.</l><l n="9">οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε</l><l n="10">Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ</l><l n="11">ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·</l><q><l n="12">Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν</l><l n="13">χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·</l><l n="14">οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων</l><l n="15">Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·</l><l n="16">τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,</l><l n="17">μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.</l></q><l n="18"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="19">Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.</l><l n="20">οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος</l><l n="21">οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος</l><l n="22">θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,</l><l n="23">ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.</l><l n="24">οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο</l><l n="25">ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε</l><l n="26">καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν</l><l n="27">ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα</l><l n="28">εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.</l><l n="29">ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα</l><l n="30">στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω</l><l n="31">ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο</l><l n="32">πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.</l></q><l n="33"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·</l><q><l n="34">νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις</l><l n="35">γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις,</l><l n="36">χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,</l><l n="37">ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.</l><l n="38">ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην</l><l n="39">εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας</l><l n="40">Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.</l><l n="41">ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται</l><l n="42">οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.</l><milestone ed="p" n="44" unit="card"/></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·</l><l n="44">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ</l><l n="45">ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ</l><l n="46">Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·</l><l n="47">ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα</l><l n="48">νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·</l><l n="49">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,</l><l n="50">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="51">αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι</l><l n="52">πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.</l><l n="53">οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης</l><l n="54">χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,</l><l n="55">καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι</l><l n="56">παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·</l><l n="57">ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ</l><l n="58">βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·</l><l n="59">τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον</l><l n="60">Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.</l><l n="61"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς</l><l n="62">βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·</l><l n="63">τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι</l><l n="64">πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει</l><l n="65">δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες</l><l n="66">πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν</l><l n="67">ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·</l><l n="68">ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα</l><l n="69">ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.</l><l n="70">ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο</l><l n="71">Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,</l><l n="72">ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ</l><l n="73">ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·</l><l n="74">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="75">Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων</l><l n="76">ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ</l><l n="77">ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι</l><l n="78">ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.</l><l n="79">τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς</l><l n="80">Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε</l><l n="81">Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.</l><milestone ed="p" n="82" unit="card"/></q><l n="82"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,</l><l n="83">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·</l><l n="84">πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω</l><l n="85">τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ</l><l n="86">κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.</l><l n="87">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="88">ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο</l><l n="89">ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·</l><l n="90">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="91">ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ</l><l n="92">Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,</l><l n="93">μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.</l><l n="94">εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι</l><l n="95">αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·</l><l n="96">Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.</l><l n="97">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="98">ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι</l><l n="99">ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.</l><l n="100">τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται</l><l n="101">Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.</l><l n="102">εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,</l><l n="103">ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης</l><l n="104">καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν</l><l n="105">Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.</l></q><milestone ed="p" n="106" unit="card"/><l n="106"><milestone ed="P" unit="para"/>εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="107">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.</l><l n="108">αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν</l><l n="109">ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,</l><l n="110">ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται</l><l n="111">ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ</l><l n="112">παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·</l><l n="113">ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.</l><l n="114">στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων</l><l n="115">παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.</l><l n="116">τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης</l><l n="117">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·</l><l n="118">θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·</l><l n="119">βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.</l><q><l n="120">Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος</l><l n="121">σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν</l><l n="122">γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l></q><l n="123"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·</l><l n="124">βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.</l><l n="125">Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,</l><l n="126">ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,</l><l n="127">τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.</l><l n="128">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·</l><l n="129">Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,</l><l n="130">ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ</l><l n="131">Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.</l><l n="132">Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας</l><l n="133">ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,</l><l n="134">ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ</l><l n="135">ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,</l><l n="136">πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·</l><l n="137">ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.</l><l n="138">Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος</l><l n="139">ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.</l><milestone ed="p" n="140" unit="card"/><l n="140"><milestone ed="P" unit="para"/>Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν</l><l n="141">Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·</l><q><l n="142">Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.</l><l n="143">ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.</l><l n="144">φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς</l><l n="145">οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·</l><l n="146">οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν</l><l n="147">εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν</l><l n="148">μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.</l><l n="149">πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον</l><l n="150">σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον</l><l n="151">κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,</l><l n="152">ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ</l><l n="153">ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.</l><l n="154">τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν</l><l n="155">οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.</l><l n="156">εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη</l><l n="157">ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης</l><l n="158">ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,</l><l n="159">αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.</l><l n="160">εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="161">ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,</l><l n="162">αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ</l><l n="163">λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·</l><l n="164">τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος</l><l n="165">Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.</l><l n="166">ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας</l><l n="167">στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,</l><l n="168">οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.</l></q><l n="169"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="170">Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;</l><l n="171">ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων</l><l n="172">τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·</l><l n="173">νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,</l><l n="174">ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.</l><l n="175">οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·</l><l n="176">ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,</l><l n="177">ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην</l><l n="178">ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.</l><l n="179">ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,</l><l n="180">ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,</l><l n="181">ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα</l><l n="182">σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.</l></q><l n="183"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="184">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,</l><milestone ed="p" n="185" unit="card"/><l n="185">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="186">ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω</l><l n="187">καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ</l><l n="189">δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους</l><l n="190">ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,</l><l n="191">οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.</l><l n="192">στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·</l><l n="193">ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν</l><l n="194">Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε</l><l n="195">Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες</l><l n="196">πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε</l><l n="197">γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.</l><l n="198"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς</l><l n="199">τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,</l><l n="200">κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q><l n="201">ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν</l><l n="202">ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις</l><l n="203">ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·</l><l n="204">τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,</l><l n="205">τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων</l><l n="206">εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,</l><l n="207">τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι</l><l n="208">δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.</l></q><milestone ed="p" n="209" unit="card"/><l n="209"><milestone ed="P" unit="para"/>ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.</l><l n="210">Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης</l><l n="211">δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς</l><l n="212">ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους</l><l n="213">βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι</l><l n="214">τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.</l><l n="215">ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι</l><l n="216">Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε</l><l n="217">Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε</l><l n="218">Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·</l><l n="219">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="220">κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·</l><l n="221">οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων</l><l n="222">ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,</l><l n="223">ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα</l><l n="224">προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.</l><l n="225">τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ</l><l n="226">λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.</l><l n="227">τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω</l><l n="228">ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.</l><l n="229">ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης</l><l n="230">Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,</l><l n="231">ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς</l><l n="232">ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.</l></q><l n="233"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν</l><l n="234">δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="235">νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο</l><l n="236">νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα.</l><l n="237">καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·</l><q><l n="238">ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ</l><l n="239">ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.</l><l n="240">οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,</l><l n="241">ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς,</l><l n="242">ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,</l><l n="243">καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει</l><l n="244">Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.</l><l n="245">ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.</l><milestone ed="p" n="246" unit="card"/></q><l n="246"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="247">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="248">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="249">οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="250">δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος</l><l n="251">λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.</l><l n="252">ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον</l><l n="253">ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·</l><l n="254">ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ</l><l n="255">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.</l></q><l n="256"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·</l><l n="257">πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,</l><l n="258">τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="259">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.</l><l n="260">τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,</l><l n="261">ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;</l><l n="262"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.</l><l n="263">ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο</l><l n="264">βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι</l><l n="265">ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,</l><l n="266">τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ</l><l n="267">ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες</l><l n="268">φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι</l><l n="269">λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν</l><l n="270">χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,</l><l n="271">ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·</l><l n="272">μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι</l><l n="273">Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.</l><milestone ed="p" n="274" unit="card"/><l n="274"><milestone ed="P" unit="para"/>ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·</l><l n="275">νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν</l><l n="276">Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,</l><l n="277">ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ</l><l n="278">μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν</l><l n="279">Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο</l><l n="280">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.</l><l n="281">ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν</l><l n="282">καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς</l><l n="283">ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·</l><l n="284">ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας</l><l n="285">ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας</l><l n="286">οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα</l><l n="287">ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.</l><l n="288"><milestone ed="P" unit="para"/>ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς</l><l n="289">Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην</l><l n="290">δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας</l><l n="291">Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ</l><l n="292">ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.</l><l n="293">τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου</l><l n="294">πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·</l><l n="295">ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ</l><l n="296">πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,</l><l n="297">ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς</l><l n="298">αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν</l><l n="299">Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε</l><l n="300">κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ</l><l n="301">τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι</l><l n="302">θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν</l><l n="303">ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.</l><l n="304"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·</l><l n="305">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="306">τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν</l><l n="307">Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ</l><l n="308">οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων,</l><l n="309">τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη</l><l n="310">αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·</l><l n="311">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="312"><milestone ed="P" unit="para"/>Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν</l><l n="313">Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·</l><l n="314">ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς</l><l n="315">ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="316">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·</l><l n="317">Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς</l><l n="318">Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.</l><milestone ed="p" n="319" unit="card"/><l n="319"><milestone ed="P" unit="para"/>ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="320">Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,</l><l n="321">Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν</l><l n="322">κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων</l><l n="323">Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς</l><l n="324">κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι</l><l n="325">κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·</l><l n="326">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="327">Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε</l><l n="328">Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους</l><l n="329">κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε</l><l n="330">πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·</l><l n="331">ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι</l><l n="332">νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.</l></q><l n="333"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα</l><l n="334">ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας·</l><q><l n="335">Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων</l><l n="336">αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="337">Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.</l><l n="338">ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς</l><l n="339">Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·</l><l n="340">τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι</l><l n="341">Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·</l><l n="343">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.</l><l n="344">ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ</l><l n="345">υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.</l><l n="346">τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,</l><l n="347">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="348">καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν</l><l n="349">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,</l><l n="350">ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,</l><l n="351">καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.</l><l n="352"><milestone ed="P" unit="para"/>τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,</l><l n="353">ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·</l><l n="354">ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ</l><l n="355">ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.</l><l n="356">Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·</l><l n="357">οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει</l><l n="358">οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,</l><l n="359">ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.</l><l n="360">ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν</l><l n="361">δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον</l><l n="362">νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων</l><l n="363">καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,</l><l n="364">παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ</l><l n="365">ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.</l><milestone ed="p" n="366" unit="card"/><l n="366"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης</l><l n="367">οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·</l><l n="368">ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι</l><l n="369">ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.</l><l n="370">οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="371">εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ</l><l n="372">ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης</l><l n="373">γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο</l><l n="374">ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα</l><l n="375">πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον</l><l n="376">ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ</l><l n="377">ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην</l><l n="378">ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε</l><l n="379">Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο</l><l n="380">ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.</l><l n="381">τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων</l><l n="382">νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ</l><l n="383">ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.</l><l n="384"><milestone ed="P" unit="para"/>τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει</l><l n="385">ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ</l><l n="386">γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου</l><l n="387">χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν</l><l n="388">ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.</l><l n="389">ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην</l><l n="390">λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·</l><l n="391">δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι</l><l n="392">κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ</l><l n="393">πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·</l><l n="394">ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ</l><l n="395">εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="396">Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς</l><l n="397">νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει</l><l n="398">ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη</l><l n="399">τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·</l><milestone ed="p" n="400" unit="card"/><l n="400">τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων</l><l n="401">ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι</l><l n="402">ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·</l><l n="403">πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων</l><l n="404">τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ</l><l n="405">τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν</l><l n="406">ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν</l><l n="407">ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·</l><l n="408">πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,</l><l n="409">ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.</l><l n="410">δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη</l><l n="411">μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.</l><l n="412"><milestone ed="P" unit="para"/>οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες</l><l n="413">νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·</l><l n="414">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·</l><q><l n="415">ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι</l><l n="416">νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα</l><l n="417">πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη</l><l n="418">εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν</l><l n="419">ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.</l></q><l n="420"><milestone ed="P" unit="para"/>ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·</l><q><l n="421">ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι</l><l n="422">πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.</l><milestone ed="p" n="423" unit="card"/></q><l n="423"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.</l><l n="424">ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς</l><l n="425">χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο·</l><l n="426">ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες</l><l n="427">κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο</l><l n="428">ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο.</l><l n="429">ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς</l><l n="430">πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,</l><l n="431">πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·</l><l n="432">τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον</l><l n="433">ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς,</l><l n="434">ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ</l><l n="435">ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,</l><l n="436">ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες</l><l n="437">οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι</l><l n="438">θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν</l><l n="439">ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη</l><l n="440">ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.</l><l n="441"><milestone ed="P" unit="para"/>μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,</l><l n="442">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q><l n="443"><milestone ed="P" unit="para"/>ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι</l><l n="444">θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;</l><l n="445">ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;</l><l n="446">οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς</l><l n="447">πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.</l><l n="448">ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν</l><l n="449">Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.</l><l n="450">ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;</l><l n="451">σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,</l><l n="452">ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο</l><l n="453">νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω</l><l n="454">κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται</l><l n="455">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·</l><milestone ed="p" n="456" unit="card"/></q><l n="456"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.</l><l n="457">τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε</l><l n="458">ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.</l><l n="459">τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου</l><l n="460">ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας·</l><l n="461">ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ,</l><l n="462">ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.</l><l n="463">ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·</l><l n="464">οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ</l><l n="465">ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.</l><l n="466">ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν</l><l n="467">Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·</l><l n="468">στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·</l><q><l n="469">Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν</l><l n="470">ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;</l><l n="471">οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ</l><l n="472">μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ</l><l n="473">αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.</l></q><l n="474"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·</l><q><l n="475">Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος</l><l n="476">ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,</l><l n="477">εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος</l><l n="478">ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l><l n="479">ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα</l><l n="480">δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.</l></q><l n="481"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας</l><l n="482">καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,</l><l n="483">Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,</l><l n="484">αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="485">Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων</l><l n="486">ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο</l><l n="487">ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·</l><l n="488">τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ</l><l n="489">σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ</l><l n="490">τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.</l><milestone ed="p" n="491" unit="card"/></q><l n="491"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.</l><l n="492">τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους</l><l n="493">αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.</l><l n="494">τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς</l><l n="495">ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="496">αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους</l><l n="497">νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι</l><l n="498">αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ</l><l n="499">ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·</l><l n="500">αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·</l><q><l n="501">Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,</l><l n="502">ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε</l><l n="503">Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,</l><l n="504">πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω</l><l n="505">νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν</l><l n="506">Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.</l></q><l n="507"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·</l><q><l n="508">Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε</l><l n="509">ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι</l><l n="510">ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,</l><l n="511">νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·</l><l n="512">τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα</l><l n="513">Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.</l><l n="514">ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·</l><l n="515">ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.</l></q><milestone ed="p" n="516" unit="card"/><l n="516"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="517">καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·</l><l n="518">ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,</l><l n="519">νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.</l><l n="520">ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ</l><l n="521">κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο</l><l n="522">ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,</l><l n="523">ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος</l><l n="524">νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.</l><l n="525">Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·</l><l n="526">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·</l><l n="527">πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν</l><l n="528">οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη</l><l n="529">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.</l><l n="530">καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην</l><l n="531">εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,</l><l n="532">οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·</l><l n="533">τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις</l><l n="534">Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,</l><l n="535">Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ</l><l n="536">κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="537">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="538">ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος</l><l n="539">κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.</l></q><l n="540"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα</l><l n="541">θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="542">αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.</l><milestone ed="p" n="543" unit="card"/><l n="543"><milestone ed="P" unit="para"/>ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη</l><l n="544">ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη</l><l n="545">οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς</l><l n="546">ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.</l><l n="547">ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ</l><l n="548">Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο</l><l n="549">ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων</l><l n="550">ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,</l><l n="551">ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν</l><l n="552">δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.</l><l n="553">πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα</l><l n="554">ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·</l><l n="555">εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·</l><q><l n="556">σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος</l><l n="557">ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον</l><l n="558">τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.</l><l n="559">ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.</l></q><l n="560"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="561">Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη</l><l n="562">δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·</l><l n="563">τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν</l><l n="564">Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.</l><l n="565">ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει</l><l n="566">χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.</l><milestone ed="p" n="567" unit="card"/></q><l n="567"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="568">ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.</l><l n="569">ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,</l><l n="570">καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,</l><l n="571">ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο</l><l n="572">ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·</l><l n="573">τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,</l><l n="574">βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="575">ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος</l><l n="576">ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ</l><l n="577">δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·</l><l n="578">τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος</l><l n="579">ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·</l><l n="580">δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος</l><l n="581">νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.</l><l n="582"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων</l><l n="583">Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων</l><l n="584">ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·</l><l n="585">τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="586">Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;</l><l n="587">οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε</l><l n="588">μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας</l><l n="589">νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον</l><l n="590">ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.</l></q><l n="591"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,</l><l n="592">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.</l><l n="593">καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν</l><l n="594">μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,</l><l n="595">ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,</l><l n="596">νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.</l><milestone ed="p" n="597" unit="card"/><l n="597"><milestone ed="P" unit="para"/>πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.</l><l n="598">βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ</l><l n="599">ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις</l><l n="600">αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.</l><l n="601">Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ</l><l n="602">υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·</l><l n="603">τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ</l><l n="604">ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.</l><l n="605">Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα</l><l n="606">βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·</l><l n="607">ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν</l><l n="608">Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο</l><l n="609">δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·</l><l n="610">αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε</l><l n="611">Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·</l><l n="612">πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας</l><l n="613">ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,</l><l n="614">εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·</l><l n="615">καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,</l><l n="616">αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·</l><l n="617">τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας</l><l n="618">ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.</l><l n="619">ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.</l><l n="620">καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι</l><l n="621">κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·</l><q><l n="622">μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·</l><l n="623">γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.</l></q><l n="624"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους</l><l n="625">νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.</l><milestone ed="p" n="626" unit="card"/><l n="626"><milestone ed="P" unit="para"/>οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον</l><l n="627">Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.</l><l n="628">τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="629">ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι</l><l n="630">γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.</l><l n="631">τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ</l><l n="632">ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·</l><l n="633">ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.</l><l n="634">ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l><l n="635">ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ</l><l n="636">χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,</l><l n="637">οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν</l><l n="638">Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους</l><l n="639">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><l n="640">εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα</l><l n="641">Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι</l><l n="642">λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.</l><l n="643">ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·</l><l n="644">ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.</l><l n="645">Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,</l><l n="646">ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι·</l><l n="647">ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.</l></q><l n="648"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·</l><l n="649">αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,</l><l n="650">ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·</l><l n="651">καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·</l><q><l n="652">σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι</l><l n="653">ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,</l><l n="654">ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα</l><l n="655">εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.</l><milestone ed="p" n="656" unit="card"/></q><l n="656"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="657">βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,</l><l n="658">ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων,</l><l n="659">οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι</l><l n="660">πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων</l><l n="661">ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες</l><l n="662">ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,</l><l n="663">καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·</l><l n="664">ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·</l><l n="665">ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος</l><l n="666">ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ</l><l n="667">ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.</l><l n="668">πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·</l><q><l n="669">Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε</l><l n="670">νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο</l><l n="671">μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι</l><l n="672">ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l></q><l n="673"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,</l><l n="674">πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν</l><l n="675">ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,</l><l n="676">ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ</l><l n="677">θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ</l><l n="678">ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.</l><l n="679">ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ</l><l n="680">πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,</l><l n="681">εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.</l><l n="682">τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης</l><l n="683">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,</l><l n="684">ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="685">Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι</l><l n="686">λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="687">ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα</l><l n="688">γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,</l><l n="689">νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν</l><l n="690">Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.</l><l n="691">ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν</l><l n="692">εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ</l><l n="693">γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="694" unit="card"/></q><l n="694"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·</l><l n="695">δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε</l><l n="696">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="697">ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,</l><l n="698">βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ</l><l n="699">Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.</l><l n="700"><milestone ed="P" unit="para"/>τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο</l><l n="701">Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.</l><l n="702">οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς</l><l n="703">τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν</l><l n="704">Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·</l><l n="705">ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,</l><l n="706">αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,</l><l n="707">στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·</l><q><l n="708">κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν</l><l n="709">ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω</l><l n="710">νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·</l><l n="711">οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.</l><l n="712">ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l><l n="713">ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ</l><l n="714">Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.</l></q><l n="715"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·</l><q><l n="716">πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·</l><l n="717">ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα</l><l n="718">νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε</l><l n="719">νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ</l><l n="720">ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ</l><l n="721">μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.</l></q><l n="722"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο</l><l n="723">ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε</l><l n="724">Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.</l><l n="725">ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ</l><l n="726">βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·</l><l n="727">ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,</l><l n="728">ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,</l><l n="729">ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.</l><l n="730">ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο</l><l n="731">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·</l><l n="732">ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς</l><l n="733">σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη</l><l n="734">πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.</l><milestone ed="p" n="735" unit="card"/><l n="735"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο</l><l n="736">νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν</l><l n="737">ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν</l><l n="738">ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι</l><l n="739">ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.</l><l n="740">ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων</l><l n="741">ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·</l><l n="742">οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες</l><l n="743">ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν</l><l n="744">ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς</l><l n="745">τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·</l><l n="746">ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν</l><l n="747">Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ</l><l n="748">ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,</l><l n="749">ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα</l><l n="750">ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι</l><l n="751">πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·</l><l n="752">ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω</l><l n="753">Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα</l><l n="754">Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.</l><l n="755">τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν</l><l n="756">οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα</l><l n="757">κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,</l><l n="758">ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν</l><l n="759">οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.</l><l n="760">πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον</l><l n="761">φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.</l></div><div type="textpart" subtype="Book" n="18"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,</l><l n="2">Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.</l><l n="3">τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων</l><l n="4">τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·</l><l n="5">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="6">ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="7">νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;</l><l n="8">μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,</l><l n="9">ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε</l><l n="10">Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο</l><l n="11">χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.</l><l n="12">ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="13">σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ</l><l n="14">ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.</l></q><l n="15"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="16">τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς</l><l n="17">δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·</l><q><l n="18">ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς</l><l n="19">πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="20">κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται</l><l n="21">γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="22" unit="card"/></q><l n="22"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</l><l n="23">ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν</l><l n="24">χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·</l><l n="25">νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.</l><l n="26">αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς</l><l n="27">κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.</l><l n="28">δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε</l><l n="29">θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε</l><l n="30">ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι</l><l n="31">στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.</l><l n="32">Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων</l><l n="33">χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="34">δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.</l><l n="35">σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ</l><l n="36">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,</l><l n="37">κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο</l><l n="38">πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="39">ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε</l><l n="40">Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις</l><l n="41">Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια</l><l n="42">καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ</l><l n="43">Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε</l><l n="44">Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα</l><l n="45">Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια</l><l n="46">Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·</l><l n="47">ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα</l><l n="48">Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια</l><l n="49">ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="50">τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι</l><l n="51">στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·</l><q><l n="52">κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι</l><l n="53">εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.</l><l n="54">ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,</l><l n="55">ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε</l><l n="56">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="57">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="58">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="59">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="60">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="61">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="62">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="63">ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω</l><l n="64">ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.</l></q><milestone ed="p" n="65" unit="card"/><l n="65"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ</l><l n="66">δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης</l><l n="67">ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο</l><l n="68">ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ</l><l n="69">Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.</l><l n="70">τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,</l><l n="71">ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,</l><l n="72">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="73">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="74">ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται</l><l n="75">ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν</l><l n="76">πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν</l><l n="77">σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.</l></q><l n="78"><milestone ed="P" unit="para"/>τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="79">μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·</l><l n="80">ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος</l><l n="81">Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων</l><l n="82">ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ</l><l n="83">δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι</l><l n="84">καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα</l><l n="85">ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.</l><l n="86">αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι</l><l n="87">ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.</l><l n="88">νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη</l><l n="89">παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις</l><l n="90">οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε</l><l n="91">ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ</l><l n="92">πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,</l><l n="93">Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.</l></q><l n="94"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="95">ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·</l><l n="96">αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.</l></q><milestone ed="p" n="97" unit="card"/><l n="97"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="98">αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ</l><l n="99">κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης</l><l n="100">ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.</l><l n="101">νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,</l><l n="102">οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι</l><l n="103">τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,</l><l n="104">ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,</l><l n="105">τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="106">ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.</l><l n="107">ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο</l><l n="108">καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,</l><l n="109">ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο</l><l n="110">ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·</l><l n="111">ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="112">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,</l><l n="113">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="114">νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω</l><l n="115">Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="116">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l><l n="117">οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,</l><l n="118">ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·</l><l n="119">ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.</l><l n="120">ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,</l><l n="121">κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,</l><l n="122">καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων</l><l n="123">ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων</l><l n="124">δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,</l><l n="125">γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·</l><l n="126">μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.</l><milestone ed="p" n="127" unit="card"/></q><l n="127"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="128">ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι</l><l n="129">τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.</l><l n="130">ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται</l><l n="131">χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ</l><l n="132">αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι</l><l n="133">δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.</l><l n="134">ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος</l><l n="135">πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·</l><l n="136">ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι</l><l n="137">τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.</l></q><l n="138"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,</l><l n="139">καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·</l><q><l n="140">ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον</l><l n="141">ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,</l><l n="142">καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον</l><l n="143">εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν</l><l n="144">υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.</l></q><l n="145"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·</l><l n="146">ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα</l><l n="147">ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.</l><milestone ed="p" n="148" unit="card"/><l n="148"><milestone ed="P" unit="para"/>τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ</l><l n="149">θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="150">φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.</l><l n="151">οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="152">ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·</l><l n="153">αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι</l><l n="154">Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.</l><l n="155">τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ</l><l n="156">ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·</l><l n="157">τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν</l><l n="158">νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς</l><l n="159">ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε</l><l n="160">στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.</l><l n="161">ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται</l><l n="162">ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,</l><l n="163">ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ</l><l n="164">Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.</l><l n="165">καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,</l><l n="166">εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις</l><l n="167">ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι</l><l n="168">κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.</l><l n="169">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="170">ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν·</l><l n="171">Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ</l><l n="172">ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν</l><l n="173">οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,</l><l n="174">οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν</l><l n="175">Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ</l><l n="176">ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε</l><l n="177">πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.</l><l n="178">ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω</l><l n="179">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·</l><l n="180">σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.</l><milestone ed="p" n="181" unit="card"/></q><l n="181"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="182">Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;</l></q><l n="183"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·</l><q><l n="184">Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις·</l><l n="185">οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος</l><l n="186">ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.</l></q><l n="187"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="188">πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι·</l><l n="189">μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι</l><l n="190">πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·</l><l n="191">στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά.</l><l n="192">ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,</l><l n="193">εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.</l><l n="194">ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ</l><l n="195">ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.</l></q><l n="196"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·</l><q><l n="197">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται·</l><l n="198">ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,</l><l n="199">αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο</l><l n="200">Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="201">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l></q><l n="202"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="203">αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη</l><l n="204">ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,</l><l n="205">ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων</l><l n="206">χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.</l><l n="207">ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται</l><l n="208">τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,</l><l n="209">οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ</l><l n="210">ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="211">πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ</l><l n="212">γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,</l><l n="213">αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·</l><l n="214">ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·</l><l n="215">στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς</l><l n="216">μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.</l><l n="217">ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη</l><l n="218">φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.</l><milestone ed="p" n="219" unit="card"/><l n="219">ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ</l><l n="220">ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,</l><l n="221">ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.</l><l n="222">οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,</l><l n="223">πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι</l><l n="224">ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.</l><l n="225">ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ</l><l n="226">δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος</l><l n="227">δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="228">τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,</l><l n="229">τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.</l><l n="230">ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι</l><l n="231">ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ</l><l n="232">ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες</l><l n="233">κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι</l><l n="234">μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς</l><l n="235">δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον</l><l n="236">κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="237">τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν</l><l n="238">ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.</l><l n="239"><milestone ed="P" unit="para"/>Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη</l><l n="240">πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·</l><l n="241">ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ</l><l n="242">φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.</l><milestone ed="p" n="243" unit="card"/><l n="243"><milestone ed="P" unit="para"/>Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης</l><l n="244">χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="245">ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.</l><l n="246">ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη</l><l n="247">ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="248">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="249">τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν</l><l n="250">Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·</l><l n="251">Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,</l><l n="252">ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·</l><l n="253">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="254">ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε</l><l n="255">ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν</l><l n="256">ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.</l><l n="257">ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ</l><l n="258">τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·</l><l n="259">χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων</l><l n="260">ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.</l><l n="261">νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·</l><l n="262">οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει</l><l n="263">μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ</l><l n="264">ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,</l><l n="265">ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.</l><l n="266">ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·</l><l n="267">νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα</l><l n="268">ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας</l><l n="269">αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν</l><l n="270">γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν</l><l n="271">ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται</l><l n="272">Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.</l><l n="273">εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,</l><l n="274">νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι</l><l n="275">ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι</l><l n="276">μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·</l><l n="277">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="278">στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν</l><l n="279">ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.</l><l n="280">ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους</l><l n="281">παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·</l><l n="282">εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,</l><l n="283">οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.</l></q><milestone ed="p" n="284" unit="card"/><l n="284"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="285">Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις,</l><l n="286">ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.</l><l n="287">ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;</l><l n="288">πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι</l><l n="289">πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·</l><l n="290">νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,</l><l n="291">πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν</l><l n="292">κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.</l><l n="293">νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="294">κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς,</l><l n="295">νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·</l><l n="296">οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.</l><l n="297">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.</l><l n="298">νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,</l><l n="299">καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·</l><l n="300">Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,</l><l n="301">συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·</l><l n="302">τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.</l><l n="303">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="304">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l><l n="305">εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,</l><l n="306">ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε</l><l n="307">φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην</l><l n="308">στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.</l><l n="309">ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.</l></q><l n="310"><milestone ed="P" unit="para"/>ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν</l><l n="311">νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.</l><l n="312">Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,</l><l n="313">Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.</l><l n="314">δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ</l><l n="315">παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.</l><l n="316">τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο</l><l n="317">χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου</l><l n="318">πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,</l><l n="319">ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ</l><l n="320">ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,</l><l n="321">πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν</l><l n="322">εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·</l><l n="323">ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·</l><milestone ed="p" n="324" unit="card"/><q><l n="324"><milestone ed="P" unit="para"/>ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ</l><l n="325">θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·</l><l n="326">φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν</l><l n="327">Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.</l><l n="328">ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·</l><l n="329">ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι</l></q></div></div></body></text></TEI>