<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="785">σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.</l><l n="786">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="787">ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·</l><l n="788">ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="789">δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,</l><l n="790">ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·</l><l n="791">στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω</l><l n="792">χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.</l><l n="793">τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·</l><l n="794">ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων</l></div></div></body></text></TEI>