σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή· ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν, ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε· στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε. τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων· ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων