<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="765"><milestone ed="P" unit="para"/>ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν</l><l n="766">οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην</l><l n="767">φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,</l><l n="768">αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους</l><l n="769">ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,</l><l n="770">ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες</l><l n="771">δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.</l><l n="772">πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει</l><l n="773">ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,</l><l n="774">πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν</l></div></div></body></text></TEI>