<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="760">Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ</l><l n="761">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="762">Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·</l><l n="763">Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι</l><l n="764">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l><l n="765"><milestone ed="P" unit="para"/>ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν</l><l n="766">οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην</l><l n="767">φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,</l><l n="768">αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους</l><l n="769">ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,</l><l n="770">ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες</l><l n="771">δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.</l><l n="772">πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει</l><l n="773">ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,</l><l n="774">πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν</l><l n="775">μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης</l><l n="776">κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.</l><milestone ed="p" n="777" unit="card"/><l n="777"><milestone ed="P" unit="para"/>ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,</l><l n="778">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·</l><l n="779">ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,</l><l n="780">καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.</l><l n="781">ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν</l><l n="782">Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο,</l><l n="783">Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.</l><l n="784">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="785">σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.</l><l n="786">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="787">ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·</l><l n="788">ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="789">δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,</l><l n="790">ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·</l><l n="791">στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω</l><l n="792">χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.</l><l n="793">τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·</l><l n="794">ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων</l><l n="795">αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι</l><l n="796">αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν</l><l n="797">ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,</l><l n="798">ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον</l><l n="799">ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν</l><l n="800">ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.</l><l n="801">πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος</l><l n="802">βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων</l><l n="803">ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.</l><l n="804">λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.</l><l n="805">τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,</l><l n="806">στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ</l><l n="807">ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ</l><l n="808">Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο</l><l n="809">ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·</l><l n="810">καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων</l><l n="811">πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·</l><l n="812">ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ</l><l n="813">οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,</l><l n="814">ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε</l><l n="815">Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.</l><l n="816">Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς</l><l n="817">ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.</l><milestone ed="p" n="818" unit="card"/><l n="818"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον</l><l n="819">ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,</l><l n="820">ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ</l><l n="821">νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·</l><l n="822">δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·</l><l n="823">ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,</l><l n="824">ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον</l><l n="825">πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·</l><l n="826">πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·</l><l n="827">ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="828">Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,</l><l n="829">καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="830">Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,</l><l n="831">Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας</l><l n="832">ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν</l><l n="833">νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι</l><l n="834">ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς</l><l n="835">Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω</l><l n="836">ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.</l><l n="837">ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,</l><l n="838">ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·</l><q><l n="839">μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε</l><l n="840">νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο</l><l n="841">αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.</l></q><l n="842">ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.</l></q><l n="843"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="844">ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε</l></q></div></div></body></text></TEI>