<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="755">Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.</l><l n="756">τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,</l><l n="757">ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο</l><l n="758">ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·</l><l n="759">ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς</l><l n="760">Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ</l><l n="761">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="762">Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·</l><l n="763">Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι</l><l n="764">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l></div></div></body></text></TEI>