<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="748">νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,</l><l n="749">ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.</l><l n="750">ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.</l><milestone ed="p" n="750" unit="card"/></q><l n="751"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει</l><l n="752">οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων</l><l n="753">ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·</l><l n="754">ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.</l><l n="755">Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.</l><l n="756">τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,</l><l n="757">ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο</l><l n="758">ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·</l><l n="759">ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς</l><l n="760">Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ</l><l n="761">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="762">Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·</l><l n="763">Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι</l><l n="764">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l></div></div></body></text></TEI>