νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη, ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ. ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν. ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή· ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς. Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε. τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην, ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον· ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει· Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.