<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="731">Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν·</l><l n="732">αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.</l><l n="733">Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε</l><l n="734">σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον</l><l n="735">μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,</l><l n="736">ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,</l><l n="737">οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα</l><l n="738">Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο</l><l n="739">ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.</l><l n="740">ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν</l><l n="741">ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν</l><l n="742">αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="743">κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.</l><l n="744">τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="745">ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.</l><l n="746">εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,</l><l n="747">πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν</l></q></div></div></body></text></TEI>