Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν· αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους. Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν, ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός, οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ. ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός. τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ· ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ. εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο, πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν