<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="725">αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.</l><milestone ed="p" n="726" unit="card"/></q><l n="726"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,</l><l n="727">Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ</l><l n="728">ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων</l><l n="729">δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν</l><l n="730">ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.</l><l n="731">Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν·</l><l n="732">αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.</l><l n="733">Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε</l><l n="734">σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον</l><l n="735">μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,</l><l n="736">ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,</l><l n="737">οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα</l><l n="738">Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο</l><l n="739">ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.</l><l n="740">ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν</l><l n="741">ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν</l><l n="742">αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="743">κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.</l><l n="744">τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="745">ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.</l><l n="746">εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,</l><l n="747">πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν</l><l n="748">νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,</l><l n="749">ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.</l><l n="750">ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.</l><milestone ed="p" n="750" unit="card"/></q><l n="751"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει</l><l n="752">οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων</l><l n="753">ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·</l><l n="754">ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.</l><l n="755">Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.</l><l n="756">τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,</l><l n="757">ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο</l><l n="758">ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·</l><l n="759">ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς</l><l n="760">Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ</l><l n="761">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="762">Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·</l><l n="763">Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι</l><l n="764">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l><l n="765"><milestone ed="P" unit="para"/>ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν</l><l n="766">οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην</l><l n="767">φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,</l><l n="768">αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους</l><l n="769">ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,</l><l n="770">ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες</l><l n="771">δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.</l><l n="772">πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει</l><l n="773">ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,</l><l n="774">πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν</l><l n="775">μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης</l><l n="776">κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.</l><milestone ed="p" n="777" unit="card"/><l n="777"><milestone ed="P" unit="para"/>ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,</l><l n="778">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·</l><l n="779">ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,</l><l n="780">καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.</l><l n="781">ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν</l><l n="782">Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο,</l><l n="783">Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.</l><l n="784">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="785">σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.</l><l n="786">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="787">ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·</l><l n="788">ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="789">δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,</l><l n="790">ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·</l><l n="791">στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω</l><l n="792">χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.</l><l n="793">τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·</l><l n="794">ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων</l><l n="795">αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι</l><l n="796">αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν</l><l n="797">ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,</l><l n="798">ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον</l><l n="799">ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν</l><l n="800">ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.</l><l n="801">πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος</l><l n="802">βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων</l><l n="803">ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.</l><l n="804">λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.</l><l n="805">τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,</l><l n="806">στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ</l><l n="807">ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ</l><l n="808">Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο</l><l n="809">ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·</l><l n="810">καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων</l><l n="811">πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·</l><l n="812">ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ</l></div></div></body></text></TEI>