αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν· αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους. Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον