<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="71">ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους</l><l n="72">πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων</l><l n="73">ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.</l><milestone ed="p" n="74" unit="card"/><l n="74">οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι</l><l n="75">μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·</l><l n="76">οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος</l><l n="77">ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="78">Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ</l><l n="79">πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.</l><l n="80">ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων</l><l n="81">ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο</l><l n="82">νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.</l><l n="83">πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,</l><l n="84">ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι</l><l n="85">πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην</l><l n="86">ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.</l><l n="87">ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι</l><l n="88">δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,</l><l n="89">μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν</l><l n="90">Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·</l><l n="91">μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι</l><l n="92">Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,</l></q></div></div></body></text></TEI>