<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="683">κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.</l><l n="684"><milestone ed="P" unit="para"/>Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας</l><l n="685">Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη</l><l n="686">νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν</l><l n="687">ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.</l><l n="688">ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·</l><l n="689">ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην</l><l n="690">ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·</l><l n="691">ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.</l><l n="692"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας</l><l n="693">Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;</l><l n="694">Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον</l><l n="695">καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,</l><l n="696">αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·</l><l n="697">τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.</l><milestone ed="p" n="698" unit="card"/><l n="698"><milestone ed="P" unit="para"/>ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν</l><l n="699">Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,</l><l n="700">εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου</l><l n="701">ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.</l><l n="702">τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο</l><l n="703">Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων</l><l n="704">χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.</l><l n="705">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="706">δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="707">χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα</l><l n="708">σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,</l><l n="709">οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.</l></q><l n="710"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω</l><l n="711">μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="712"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·</l><l n="713">δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,</l><l n="714">ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.</l><l n="715">ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων</l><l n="716">ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε</l><l n="717">Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο</l><l n="718">αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,</l><l n="719">ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·</l><l n="720">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="721">Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.</l><l n="722">αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·</l><l n="723">τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.</l><l n="724">ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,</l><l n="725">αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.</l><milestone ed="p" n="726" unit="card"/></q><l n="726"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,</l><l n="727">Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ</l><l n="728">ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων</l><l n="729">δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν</l><l n="730">ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.</l><l n="731">Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν·</l><l n="732">αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.</l><l n="733">Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε</l><l n="734">σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον</l><l n="735">μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,</l><l n="736">ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,</l><l n="737">οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα</l><l n="738">Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο</l><l n="739">ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.</l><l n="740">ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν</l><l n="741">ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν</l><l n="742">αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="743">κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.</l><l n="744">τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="745">ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.</l><l n="746">εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,</l><l n="747">πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν</l><l n="748">νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,</l><l n="749">ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.</l><l n="750">ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.</l><milestone ed="p" n="750" unit="card"/></q><l n="751"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει</l><l n="752">οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων</l><l n="753">ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·</l><l n="754">ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.</l><l n="755">Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.</l><l n="756">τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,</l><l n="757">ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο</l><l n="758">ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·</l><l n="759">ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς</l><l n="760">Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ</l><l n="761">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="762">Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·</l><l n="763">Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι</l><l n="764">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l><l n="765"><milestone ed="P" unit="para"/>ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν</l><l n="766">οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην</l><l n="767">φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,</l><l n="768">αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους</l><l n="769">ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,</l><l n="770">ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες</l><l n="771">δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.</l><l n="772">πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει</l><l n="773">ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,</l><l n="774">πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν</l><l n="775">μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης</l><l n="776">κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.</l><milestone ed="p" n="777" unit="card"/><l n="777"><milestone ed="P" unit="para"/>ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,</l></div></div></body></text></TEI>