τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν, αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε· πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ. Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας