<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="663">οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο</l><l n="664">χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας</l><l n="665">δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.</l><l n="666">καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="667">εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον</l><l n="668">ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα</l><l n="669">πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι</l><l n="670">χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·</l><l n="671">πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι</l><l n="672">ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα</l><l n="673">θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,</l><l n="674">ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε</l><l n="675">τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><l n="676"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.</l><l n="677">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,</l><l n="678">αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας</l><l n="679">πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι</l><l n="680">χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·</l><l n="681">πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,</l><l n="682">ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα</l><l n="683">κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.</l><l n="684"><milestone ed="P" unit="para"/>Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας</l><l n="685">Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη</l><l n="686">νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν</l><l n="687">ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.</l><l n="688">ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·</l><l n="689">ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην</l><l n="690">ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·</l><l n="691">ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.</l><l n="692"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας</l><l n="693">Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;</l><l n="694">Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον</l><l n="695">καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,</l><l n="696">αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·</l></div></div></body></text></TEI>