οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός. καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον· πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ, ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν, αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε· πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ. Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο. ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν· ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι· ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν. ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν; Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον, αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·