αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται, ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο. Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν· ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα. ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων. οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός. καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον· πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ, ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν, αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε· πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ. Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο. ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν· ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι· ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν. ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν; Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον, αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην· τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος. ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν, εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων. τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα· χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων, οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων. ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους· δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας, ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι. ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος, ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο· τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή. αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην· τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας. ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους, αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν· αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους. Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν, ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός, οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ. ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός. τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ· ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ. εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο, πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη, ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ. ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν. ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή· ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς. Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε. τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην, ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον· ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει· Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι