τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ, πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων, ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται, ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν