<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="643">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·</l><l n="644">ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς</l><l n="645">τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,</l><l n="646">ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,</l><l n="647">πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,</l><l n="648">ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="649">αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ</l><l n="650">χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται,</l><l n="651">ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.</l><l n="652">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="653">ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος</l><l n="654">ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν</l><l n="655">ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="656">Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·</l><l n="657">ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους</l><l n="658">Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.</l><milestone ed="p" n="659" unit="card"/><l n="659">ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν</l><l n="660">πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ</l><l n="661">κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ</l><l n="662">κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.</l><l n="663">οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο</l><l n="664">χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας</l></div></div></body></text></TEI>