<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="640">ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.</l><l n="641">οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι</l><l n="642">σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας</l><l n="643">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·</l><l n="644">ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς</l><l n="645">τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,</l><l n="646">ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,</l><l n="647">πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,</l><l n="648">ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="649">αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ</l><l n="650">χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται,</l><l n="651">ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.</l><l n="652">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="653">ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος</l><l n="654">ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν</l><l n="655">ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="656">Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·</l><l n="657">ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους</l><l n="658">Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.</l><milestone ed="p" n="659" unit="card"/><l n="659">ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν</l><l n="660">πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ</l><l n="661">κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ</l><l n="662">κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.</l><l n="663">οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο</l><l n="664">χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας</l><l n="665">δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.</l><l n="666">καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="667">εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον</l><l n="668">ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα</l><l n="669">πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι</l><l n="670">χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·</l><l n="671">πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι</l><l n="672">ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα</l><l n="673">θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,</l><l n="674">ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε</l><l n="675">τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><l n="676"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.</l><l n="677">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,</l><l n="678">αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας</l><l n="679">πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι</l><l n="680">χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·</l><l n="681">πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,</l><l n="682">ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα</l><l n="683">κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.</l><l n="684"><milestone ed="P" unit="para"/>Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας</l><l n="685">Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη</l><l n="686">νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν</l><l n="687">ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.</l><l n="688">ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·</l><l n="689">ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην</l><l n="690">ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·</l><l n="691">ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.</l><l n="692"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας</l><l n="693">Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;</l><l n="694">Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον</l><l n="695">καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,</l><l n="696">αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·</l><l n="697">τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.</l><milestone ed="p" n="698" unit="card"/><l n="698"><milestone ed="P" unit="para"/>ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν</l><l n="699">Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,</l><l n="700">εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου</l><l n="701">ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.</l><l n="702">τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο</l><l n="703">Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων</l><l n="704">χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.</l><l n="705">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="706">δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="707">χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα</l><l n="708">σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,</l><l n="709">οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.</l></q><l n="710"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω</l><l n="711">μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="712"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·</l></div></div></body></text></TEI>