ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους. οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει· ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ, πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων, ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται, ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο. Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν· ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα. ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων. οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός. καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον· πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ, ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν, αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε· πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ. Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο. ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν· ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι· ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν. ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν; Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον, αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην· τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος. ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν, εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων. τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα· χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων, οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων. ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·