<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="635">ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="636">χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,</l><l n="637">νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.</l><l n="638">οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον</l><l n="639">ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν</l><l n="640">ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.</l><l n="641">οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι</l><l n="642">σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας</l><l n="643">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·</l><l n="644">ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς</l></div></div></body></text></TEI>