ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων, νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν. οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους. οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει· ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς