ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε· Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ. τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα· Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι. εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ, αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς