<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="605">Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.</l><l n="606">τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς</l><l n="607">ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.</l><l n="608">Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·</l><l n="609">ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.</l><l n="610">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·</l><l n="611">πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν</l><l n="612">οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη</l><l n="613">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.</l><l n="614">αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης</l></div></div></body></text></TEI>