Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ. τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν. Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν· ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης. αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης