<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="599">δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς,</l><l n="600">ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,</l><l n="601">στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ</l><l n="602">ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.</l><l n="603">ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="604">Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς</l><l n="605">Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.</l><l n="606">τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς</l><l n="607">ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.</l><l n="608">Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·</l><l n="609">ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.</l><l n="610">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·</l><l n="611">πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν</l><l n="612">οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη</l><l n="613">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.</l><l n="614">αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης</l><l n="615">ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.</l><l n="616">Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·</l><q><l n="617">Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα</l><l n="618">ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.</l></q><milestone ed="p" n="619" unit="card"/><l n="619"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·</l><q><l n="620">Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα</l></q></div></div></body></text></TEI>