<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="595">Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων</l><l n="596">ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.</l><l n="597">τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ</l><l n="598">στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·</l><l n="599">δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς,</l><l n="600">ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,</l><l n="601">στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ</l><l n="602">ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.</l><l n="603">ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="604">Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς</l></div></div></body></text></TEI>